Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.152 Joseph. AJ 16.158 (English) >>Joseph. AJ 16.163

16.156περί γε μὴν τοὺς οἰκείους, εἴ τις λόγῳ μὴ θεραπεύοι τὸ δοῦλον ἐξομολογούμενος δόξειεν εἰς τὴν ἀρχήν τι παρακινεῖν, οὐχ ἱκανὸς ἑαυτοῦ κρατεῖν ἐγίνετο καὶ διεξῆλθεν ὁμοῦ συγγενεῖς καὶ φίλους ἴσα πολεμίοις τιμωρούμενος ἐκ τοῦ μόνος ἐθέλειν τετιμῆσθαι τὰς τοιαύτας ἁμαρτίας ἀναλαμβάνων. 16.157μαρτύριον δέ μοι τούτου τοῦ πάθους, ὅτι μέγιστον περὶ αὐτὸν ἦν, καὶ τὰ γινόμενα κατὰ τὰς Καίσαρος καὶ Ἀγρίππα καὶ τῶν ἄλλων φίλων τιμάς· οἷς γὰρ ἐθεράπευεν τοὺς κρείττονας, τούτοις καὶ αὐτὸς ἠξίου θεραπεύεσθαι καὶ τὸ κάλλιστον ὧν ᾤετο παρέχων ἐν τῷ διδόναι τὴν τοῦ τυχεῖν τῶν ὁμοίων ἐπιθυμίαν ἐδήλου. 16.158τό γε μὴν Ἰουδαίων ἔθνος ἠλλοτρίωται νόμῳ πρὸς πάντα τὰ τοιαῦτα καὶ συνείθισται τὸ δίκαιον ἀντὶ τοῦ πρὸς δόξαν ἠγαπηκέναι. διόπερ οὐκ ἦν αὐτῷ κεχαρισμένον, ὅτι μὴ δυνατὸν εἰκόσιν ναοῖς τοιούτοις ἐπιτηδεύμασιν κολακεύειν τοῦ βασιλέως τὸ φιλότιμον. 16.159αἰτία μὲν αὕτη μοι δοκεῖ τῆς Ἡρώδου περὶ μὲν τοὺς οἰκείους καὶ συμβούλους ἁμαρτίας, περὶ δὲ τοὺς ἔξω καὶ μὴ προσήκοντας εὐεργεσίας. 16.160

Τοὺς δὲ κατὰ τὴν Ἀσίαν Ἰουδαίους καὶ ὅσους πρὸς Κυρήνῃ Λιβύη κατέσχεν ἐκάκουν αἱ πόλεις, τῶν μὲν πρότερον βασιλέων ἰσονομίαν αὐτοῖς παρεσχημένων, ἐν δὲ τῷ τότε διʼ ἐπηρείας ἐχόντων τῶν Ἑλλήνων αὐτούς, ὡς καὶ χρημάτων ἱερῶν ἀφαίρεσιν ποιεῖσθαι καὶ καταβλάπτειν ἐν τοῖς ἐπὶ μέρους.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.152 Joseph. AJ 16.158 (English) >>Joseph. AJ 16.163

Powered by PhiloLogic